Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.329 Joseph. AJ 6.333 (English) >>Joseph. AJ 6.337

6.331τῆς δὲ γυναικὸς ἀπομαχομένης καὶ λεγούσης οὐ καταφρονήσειν τοῦ βασιλέως, ὃς τοῦτο τὸ γένος τῶν μάντεων ἐξήλασεν, οὐδʼ αὐτὸν δὲ ποιεῖν καλῶς ἀδικηθέντα μηδὲν ὑπʼ αὐτῆς, ἐνεδρεύοντα δὲ εἰς τὰ κεκωλυμένα λαβεῖν αὐτὴν ἵνα δῷ δίκην, ὤμοσε μηδένα γνώσεσθαι μηδὲ παρʼ ἄλλον ἄγειν αὐτῆς τὴν μαντείαν, ἔσεσθαι δʼ ἀκίνδυνον. 6.332ὡς δὲ τοῖς ὅρκοις αὐτὴν ἔπεισε μὴ δεδιέναι, κελεύει τὴν Σαμουήλου ψυχὴν ἀναγαγεῖν αὐτῷ. δʼ ἀγνοοῦσα τὸν Σαμουῆλον ὅστις ἦν καλεῖ τοῦτον ἐξ ᾅδου· φανέντος δʼ αὐτοῦ θεασάμενον τὸ γύναιον ἄνδρα σεμνὸν καὶ θεοπρεπῆ ταράττεται, καὶ πρὸς τὴν ὄψιν ἐκπλαγέν, “οὐ σύ, φησίν, βασιλεὺς εἶ Σαοῦλος;” ἐδήλωσε γὰρ αὐτὸν Σαμουῆλος. 6.333ἐπινεύσαντος δʼ ἐκείνου καὶ τὴν ταραχὴν αὐτῆς ἐρομένου πόθεν γένοιτο, βλέπειν εἶπεν ἀνελθόντα τῷ θεῷ τινα τὴν μορφὴν ὅμοιον. τοῦ δὲ τὴν εἰκόνα φράζειν εἰπόντος καὶ τὸ σχῆμα τοῦ θεαθέντος καὶ τὴν ἡλικίαν κελεύσαντος γέροντα μὲν ἤδη καὶ ἔνδοξον ἐσήμαινεν, ἱερατικὴν δὲ περικείμενον διπλοΐδα. 6.334ἐγνώρισεν ἐκ τούτων βασιλεὺς τὸν Σαμουῆλον ὄντα καὶ πεσὼν ἐπὶ τὴν γῆν ἠσπάζετο καὶ προσεκύνησε· τῆς δὲ Σαμουήλου ψυχῆς πυθομένης, διὰ τί κινήσειεν αὐτὴν καὶ ἀναχθῆναι ποιήσειεν ἀνάγκην, ἀπωδύρετο τοὺς πολεμίους ἐπικεῖσθαι βαρεῖς αὐτῷ, αὐτὸν δὲ ἀμηχανεῖν τοῖς παροῦσιν ἐγκαταλελειμμένον ὑπὸ τοῦ θεοῦ καὶ μηδὲ προρρήσεως τυγχάνοντα μήτε διὰ προφητῶν μήτε διʼ ὀνειράτων καὶ διὰ τοῦτο ἐπὶ σὲ τὸν ἐμοῦ προνοησόμενον κατέφυγον.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.329 Joseph. AJ 6.333 (English) >>Joseph. AJ 6.337

Powered by PhiloLogic